Κυριακή, 1 Φεβρουαρίου 2015

Ἀπολυτίκιον Ὑπαπαντής


https://www.youtube.com/watch?v=svOi-M_DzCY&x-yt-ts=1422579428&x-yt-cl=85114404
Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἠμὶν καὶ τὴν Ἀνάστασιν.

Κοντάκιον
Ἦχος α’.
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἠμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὖς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

Ὁ Οἶκος
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὃν περ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.

Μεγαλυνάριον
Σήμερον ἡ Πάναγνος Μαριάμ, τῷ Ναῷ προσάγει, ὥσπερ βρέφος τὸν Ποιητήν, ὃν ἐν ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος, Θεὸν αὐτὸν κηρύττει, κἂν σάρκα εἴληφε.
http://www.saint.gr/1180/saint.aspx